TLG 2426 002 :: HERMAEUS :: Fragmentum Fragmentum Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 427. Fr. 1 Citation: Fragment — (line) | ||
t1 | ΠΕΡΙ ΑΙΓΥΠΤΙΩΝ. | |
1 | Plutarch. De Is. et Osir. c. 37: Ἀρίστων τοίνυν ὁ γεγραφὼς Ἀθηναίων ἀποικίαν ἐπιστολῇ τινι Ἀλεξάρ‐ χου περιέπεσεν, ἐν ᾗ Διὸς ἱστορεῖται καὶ Ἴσιδος υἱὸς ὢν ὁ Διόνυσος ὑπὸ Αἰγυπτίων, οὐκ Ὄσιρις, ἀλλὰ Ἀρ‐ | |
5 | σαφὴς (ἐν τῷ ἄλφα γράμματι) λέγεσθαι, δηλοῦντος τὸ ἀνδρεῖον τοῦ ὀνόματος. Ἐμφαίνει δὲ τοῦτο καὶ ὁ Ἑρ‐ μαῖος ἐν τῇ πρώτῃ Περὶ Αἰγυπτίων· ὄμβριμον γάρ φησι μεθερμηνευόμενον εἶναι τὸν Ὄσιριν. Idem ibid. c. 42: Ὁ γὰρ Ὄσιρις ἀγαθοποιὸς, καὶ | |
---|---|---|
10 | τοὔνομα πολλὰ φράζει, οὐχ ἥκιστα δὲ κράτος ἐνεργοῦν καὶ ἀγαθοποιὸν, ὃ λέγουσι. Τὸ δ’ ἕτερον ὄνομα τοῦ θεοῦ τὸν Ὄμφιν εὐεργέτην ὁ Ἑρμαῖός φησιν δηλοῦν ἑρμη‐ | |
νευόμενον. | 427 |